TLG 0581 001 :: PARADOXOGRAPHUS PALATINUS :: Admiranda PARADOXOGRAPHUS PALATINUS Paradox., vel Anonymus Palatinus Admiranda Citation: Section — (line) | ||
t | PARADOXOGRAPHUS PALATINUS | |
1 | Νοσήσας ἀετὸς χελώνην ἐσθίει καὶ ἰᾶται· αἷμα δὲ πίνει. | |
2 | Αἱ γλαῦκες τῶν ἰδίων νεοττῶν τοὺς μύρμηκας κωλύειν βουλόμεναι ἐν τῇ καλιᾷ καρδίαν νυκτερίδος τιθέασιν, ὡς τῶν μυρμήκων καὶ τοὺς φωλεοὺς ἀπολιπεῖν βουλομένων εἰ νυκτε‐ ρίδος καρδίαν ἐπ’ αὐτοῖς τις θείη. | |
3 | Ἴκτερος ζῷον λέγεται ἀπὸ τῆς χροιᾶς· ὃν εἰ τῷ πάθει τούτῳ τις ἐνεχόμενος ἴδοι, φευξεῖται εὐθὺς τὴν νόσον. | |
4 | Οὐ μίγνυνται οἱ κόρακες ταῖς θηλείαις πρίν τινα ᾠδὴν αὐταῖς παρακρώξαιεν ὥσπερ γαμήλια· αἱ δὲ πεισθεῖσαι οὕτω συνουσιάζουσι. | |
5 | Τῆς ἐν Κλείτορι κρήνης ἄν τις πίῃ τοῦ ὕδατος, ἀποστρέφεται καὶ μισεῖ τὴν τοῦ οἴνου πόσιν. | |
6 | Ἐν Καννίνοις πίττης ὑγρᾶς κρατῆρες ἀναδίδονται· ἐν δὲ θερείᾳ ὥρᾳ ἡ ἑωθινὴ δρόσος πίσσῃ παρείκασται. | |
7 | Ἐν Νάξῳ φησὶν Ἀγλαοσθένης οἶνον ἐκ τῆς γῆς ἀνα‐ βλύζειν αὐτόματον καὶ διὰ ποταμοῦ φερόμενον μὴ συμμίσγε‐ | |
σθαι ὕδατι. τὸν δὲ γευσάμενον αὐτοῦ παραφρονεῖν. | 354 | |
8 | Ἐν †Περνίκῳ† λίθοι εὑρίσκονται ὀρυσσομένης τῆς γῆς, οὓς ἐπειδὰν διαθερμάνῃ ὁ ἥλιος ἐξανθρακοῦνται, ὥσ〈τε〉 καὶ κρέα ἕψειν καὶ ἄλλ’ ἅττα τοὺς ἐκεῖ χύτρας ἐπιτιθέντας. | |
9 | Ἐν τῇ πόλει τῇ Σελασφόρῳ πηγὴ ἀναδίδοται ψυχρὰ καὶ διειδής, ἐλαιώδη τὴν ἐπιφάνειαν ἔχουσα, λεῖα τὰ σώματα καὶ τὰς τρίχας ποιοῦσα καὶ κεφαλῆς ἀλγηδόνα παύουσα. ταύτῃ εἰ προσαγάγοι τις κηρὸν ἡμμένον, ὑφάπτεται τὸ | |
5 | ὕδωρ ἐκ τούτου καὶ σπινθῆρας ἀφίησι, ἄχρις ἂν πελάσῃ ἑτέρῳ ὕδατι. ἔστι δὲ τῶν ἄλλων ὑδάτων διειδέστερον τὸ ὕδωρ ἐκεῖνο ὀδμῆς τε πάσης ἐλεύθερον. | |
---|---|---|
10 | Ἀριστοτέλης φησὶν ἐν τῇ Κελτικῇ δύο κόρακας ἀεὶ φαί‐ νεσθαι, οὓς δὴ καὶ τοῖς ἀνθρώποις μαντεύεσθαι τόνδε 〈τὸν〉 τρόπον· τοὺς διαφερομένους περί τινος συμβολαίου ἔρχεσθαι ἐπὶ τὸν εἰρημένον τόπον καὶ μάζας ποιήσαντας ἐπί τινων | |
5 | πεταύρων τιθέναι· τοὺς δὲ κόρακας τὴν μὲν τοῦ ἀδικοπραγοῦν‐ τος μάζαν τοῖς ποσὶ συντρίβειν, τὴν δὲ τοῦ δικαιοπραγοῦντας ἐσθίειν. | |
11 | Ἀρτεμίδωρός φησιν ἐν Λιπαριτανοῖς ἰχθύας ὀρυκτοὺς εὑρίσκεσθαι, καὶ τῷ ὀρυκτῷ ἰχθύι ἀφθόνως τοὺς ἐκεῖ ὡς ἐπὶ τραγήματα χρῆσθαι. | |
12 | Ἀνδρόνικός φησιν ἐν Ἰσπανίᾳ ἔν τινι τόπῳ λιθάρια εὑρίσκεσθαι περιερριμμένα πολύγωνα αὐτοφυῆ, ἃ μὲν λευκά, ἃ δὲ κηροειδῆ, ἃ καὶ κύει ὅμοια ἑαυτοῖς λιθάρια· τούτων δὴ | |
καὶ ἐγὼ ἒν πείρας ἕνεκα ἔσχον, ὃ δὴ ἔτεκε παρ’ ἐμοί, ὥστε | 356 | |
5 | τὸ ῥῆμα μὴ εἶναι ψεῦδος. εἶναι δὲ καὶ πηγήν τινα ἐν Ἱσπα‐ νίᾳ, ἣν γλυκὺ ἔχειν ὕδωρ καὶ πότιμον· εἰ δέ τις ἐμβάλοι εἰς τὸ ὕδωρ τὰς χεῖρας καὶ μικρὸν χρόνον ἐάσειε, ἅλας εὑρίσκειν λευκὸν περιπεπηγὸς ταῖς χερσί. | |
13 | Τίμαιός φησι τὸν κατὰ τὴν Ἰταλίαν ποταμὸν τὸν Κρᾶθιν τῶν ἐν αὐτῷ λουομένων ξανθίζειν τὰς τρίχας. | |
14 | Ἐν Σελασφόρῳ βοτάνη εὑρίσκεται, ᾗ χρώμενοι οἱ ἐκεῖ ἔαρος μὲν κένωσιν ξανθῆς χολῆς ποιοῦνται, φθινοπώρου δὲ μελαίνης χολῆς, ἐν δὲ χειμῶνι φλέγματος· ἐξάγει δὲ τὸ καθὲν τούτων ἀμιγὲς παντὸς ἑτέρου. | |
15 | Καλλίμαχός φησιν ἐν Θρᾴκῃ δύο ποταμοὺς εἶναι Κέρωνα καὶ Νηλέα ὀνομαζομένους· τῶν δὲ προβάτων περὶ τὸ συλλαμ‐ βάνειν ὄντων τὰ μὲν ἀπὸ τοῦ Νηλέως λευκούς, τὰ δὲ ἀπ’ ἀμφοτέρων τῶν ὑδάτων ποικίλους. | |
16 | Πολύκλειτός φησιν ἐν Σόλοις ποταμὸν Λίπαριν εἶναι, ὃν δὴ λιπαίνειν τοὺς λουομένους, ὥστε χρίσματος μὴ δεῖσθαι. | |
17 | Ὁ αὐτός φησι τὸν ἐν Παμφυλίᾳ ποταμὸν Μούαβιν ἀπολι‐ θοῦν τὴν ἐμβληθεῖσαν στοιβήν. | |
18 | Ἀθήναιός φησιν ἐν Πέρσαις εἶναι δένδρον τι θανάσιμον τὸν καρπὸν φέρον, ὃ τοὺς πέρσας, ὅτε Καμβύσης ἐπ’ Αἴγυπτον ἐστράτευσε, κομίσαι εἰς Αἴγυπτον καὶ ἐν πολλοῖς φυτεῦσαι | |
τόποις, ὅπως οἱ Αἰγύπτιοι τὸν καρπὸν προσφερόμενοι διαφθα‐ | 358 | |
5 | ρῶσι· τὸ δὲ δένδρον μεταβαλὸν τὴν γῆν ἀπαθῆ τὸν καρπὸν ἐξενεγκεῖν, καὶ περσαίαν τ’ ὀνομάζεσθαι διὰ τὸ ὑπὸ Περσῶν φυτευθῆναι. | |
19 | Θεόπομπός φησιν ἐν τῇ τῶν Ἀγριέων Θρᾳκῶν χώρᾳ ποταμὸν εἶναι ὀνομαζόμενον Πόντον, ὃν καταφέρειν λίθους ἀνθρακώδεις· τούτους δὲ ἀναφθέντας ὑπὸ μὲν τῶν ῥιπιδίων ῥιπιζομένους 〈οὐ〉 καίεσθαι, ὑπὸ δὲ ὕδατος ῥαινομένους ἀνα‐ | |
5 | λάμπειν. οὐδὲν δὲ ἑρπετὸν τὴν ὀσμὴν αὐτῶν ὑπομένειν. | |
20 | Ἐπὶ τῶν 〈ἐντέρων τῶν〉 προβάτων φησὶν Ἀντίγονος τὰ μὲν τῶν κριῶν ἄφωνα εἶναι, τὰ δὲ τῶν θηλέων ἔμφωνα· οὐ λεληθέναι δὲ τοῦτο τὸν ποιητήν. φησὶ γάρ· ἑπτὰ δὲ θηλυτέρων οἴων ἐτανύσσατο χορδάς. | |
21 | Κάτων φησίν, ἐν ταῖς Κτίσεσιν, ἐπὶ τῶν Ἄλπεων λευκοὺς μὲν λαγωοὺς γίνεσθαι, μῦς δ’ ἐνδεκαλίτρους, ὗς δὲ μονοχήλους | |
καὶ κύνας δασεῖς καὶ βόας ἀκεράτους. | 360 |